Psaumes de David
52,5 οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν., οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν θεὸν οὐκ ἐπε καλέσαντο. ( ) 52,6 ἐκεῖ φοβηθήσονται φόβον, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· κατῃσχύνθησαν, ὅτι ὁ θεὸς ἐξουδένωσεν αὐτούς. ( ) 52,7 τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ., ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ιακωβ καὶ εὐφρανθήσεται Ισραηλ. ( ) 53,1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ ( ) 53,2 ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαουλ Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ ἡμῖν., ( )

53,3 Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.


618 Bible des peuples sur verset 2017-11-12: Au verset 1 nous voyons que le “nom” de Dieu et sa forte intervention sont presque identiques (voir Marc 16.17 ; Actes 3.6 ; Philippiens 2.9). Plaçons notre confiance dans le Nom de Jésus et notre prière ne sera pas inutile.

( )
53,4 ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. ( ) 53,5 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου· οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάψαλμα. ( ) 53,6 ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι, καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου. ( ) 53,7 ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς. ( ) 53,8 ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, κύριε, ὅτι ἀγαθόν· ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-25-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence: