Psaumes de David
50,11 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. ( ) 50,12 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. ( ) 50,13 μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. ( ) 50,14 ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με. ( ) 50,15 διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. ( )

50,16 ῥῦσαί με ἐξ αἱμάτων, ὁ θεὸς ὁ θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.


614 Bible des peuples sur verset 2017-11-12: Délivre-moi de la dette du sang. Le mal ou les crimes que nous avons commis nous font craindre la mort : nous la portons en nous. De là ce désir de réparer, de faire du neuf, de sauver les autres : j’enseignerai tes voies. Mais cela dépendra de Dieu plus que de nous.

( )
50,17 κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ( ) 50,18 ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. ( ) 50,19 θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξ ουθενώσει. ( ) 50,20 ἀγάθυνον, κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων, καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ· ( ) 50,21 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. ( )