Psaumes de David
47,3 εὖ ῥιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. ὄρη Σιων, τὰ πλευρὰ τοῦ βορρᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου, ( ) 47,4 ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. ( ) 47,5 ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, ἤλθοσαν ἐπὶ τὸ αὐτό· ( ) 47,6 αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, ( ) 47,7 τρόμος ἐπελάβετο αὐτῶν, ἐκεῖ ὠδῖνες ὡς τικτούσης. ( )

47,8 ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσις.


( )
47,9 καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν· ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. διάψαλμα. ( ) 47,10 ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου. ( ) 47,11 κατὰ τὸ ὄνομά σου, ὁ θεός, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς· δικαιοσύνης πλήρης ἡ δεξιά σου. ( ) 47,12 εὐφρανθήτω τὸ ὄρος Σιων, ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου, κύριε. ( ) 47,13 κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς, ( Ps 25,6 , )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: