Psaumes de David
45,12 κύριος τῶν δυνάμεων μεθ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ. ( ) 46,2 Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός. ( 1Tm 3,15 , ) 46,2 Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ( ) 46,3 ὅτι κύριος ὕψιστος φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. ( ) 46,4 ὑπέταξεν λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· ( )

46,5 ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ιακωβ, ἣν ἠγάπησεν. διάψαλμα.


( )
46,6 ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος. ( ) 46,7 ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε, ( ) 46,8 ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς. ( ) 46,9 ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. ( ) 46,10 ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Αβρααμ, ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς, σφόδρα ἐπήρθησαν. ( )



trouve dans 0 passage(s):
trouve dans 3 liturgie(s): Jeudi-6-Ascension annee C, Jeudi-6-Ascension annee B, Jeudi-6-Ascension annee A,
trouve dans 0 document(s) de référence: