Psaumes de David
45,7 ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. ( ) 45,8 κύριος τῶν δυνάμεων μεθ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ. διάψαλμα. ( ) 45,9 δεῦτε ἴδετε τὰ ἔργα κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς. ( ) 45,10 ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. ( ) 45,11 σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. ( )

45,12 κύριος τῶν δυνάμεων μεθ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ.


( )
46,2 Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός. ( 1Tm 3,15 , ) 46,2 Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ( ) 46,3 ὅτι κύριος ὕψιστος φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. ( ) 46,4 ὑπέταξεν λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· ( ) 46,5 ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ιακωβ, ἣν ἠγάπησεν. διάψαλμα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: