Psaumes de David
43,16 ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με ( ) 43,17 ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος. ( ) 43,18 ταῦτα πάντα ἦλθεν ἐφ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου, ( ) 43,19 καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν· καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. ( ) 43,20 ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. ( )

43,21 εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον,


( )
43,22 οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα., αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. ( ) 43,23 ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. ( ) 43,24 ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε., ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος. ( ) 43,25 ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις, ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν., ( ) 43,26 ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: