Livre de l'Exode
6,9 ἐλάλησεν δὲ Μωυσῆς οὕτως τοῖς υἱοῖς Ισραηλ, καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν. ( ) 6,10 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων ( ) 6,11 Εἴσελθε λάλησον Φαραω βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ. ( ) 6,12 ἐλάλησεν δὲ Μωυσῆς ἔναντι κυρίου λέγων Ἰδοὺ οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραω., ἐγὼ δὲ ἄλογός εἰμι. ( ) 6,13 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου. ( )

6,14 Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ· Ενωχ καὶ Φαλλους, Ασρων καὶ Χαρμι· αὕτη ἡ συγγένεια Ρουβην.


19315 Bible des Peuples sur titre chapitre 2023-11-11: Les ancêtres de Moïse et d'Aaron

( )
6,15 καὶ υἱοὶ Συμεων· Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεων. ( ) 6,16 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευι κατὰ συγγενείας αὐτῶν· Γεδσων, Κααθ καὶ Μεραρι· καὶ τὰ ἔτη τῆς ζωῆς Λευι ἑκατὸν τριάκοντα ἑπτά. ( ) 6,17 καὶ οὗτοι υἱοὶ Γεδσων· Λοβενι καὶ Σεμει, οἶκοι πατριᾶς αὐτῶν. ( ) 6,18 καὶ υἱοὶ Κααθ· Αμβραμ καὶ Ισσααρ, Χεβρων καὶ Οζιηλ· καὶ τὰ ἔτη τῆς ζωῆς Κααθ ἑκατὸν τριάκοντα ἔτη. ( ) 6,19 καὶ υἱοὶ Μεραρι· Μοολι καὶ Ομουσι. οὗτοι οἶκοι πατριῶν Λευι κατὰ συγγενείας αὐτῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: