Psaumes de David
41,6 ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με., ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου ὁ θεός μου. ( ) 41,7 πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ιορδάνου καὶ Ερμωνιιμ, ἀπὸ ὄρους μικροῦ. ( ) 41,8 ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ ἐμὲ διῆλθον. ( ) 41,9 ἡμέρας ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ παρ ἐμοί, προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου. ( ) 41,10 ἐρῶ τῷ θεῷ Ἀντιλήμπτωρ μου εἶ· διὰ τί μου ἐπελάθου., ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου., ( )

41,11 ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου ὠνείδισάν με οἱ θλίβον τές με ἐν τῷ λέγειν αὐτούς μοι καθ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός σου.,


( )
41,12 ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με., ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· ἡ σωτηρία τοῦ προσώπου μου ὁ θεός μου. ( ) 42,1 Ψαλμὸς τῷ Δαυιδ. Κρῖνόν με, ὁ θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με. ( ) 42,2 ὅτι σὺ εἶ, ὁ θεός, κραταίωμά μου· ἵνα τί ἀπώσω με., καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχ θρόν μου., ( ) 42,3 ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου. ( ) 42,4 καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου· ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ θεὸς ὁ θεός μου. ( )



trouve dans 0 passage(s):
trouve dans 2 liturgie(s): Samedi-1-Samedi saint (Vigile Pascale) annee B, Samedi-1-Samedi saint (Vigile Pascale) annee A,
trouve dans 0 document(s) de référence: