Psaumes de David
40,10 καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ ἐμὲ πτερνισμόν· ( Jn 13,18 , ) 40,11 σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώ σω αὐτοῖς. ( ) 40,12 ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ ἐμέ. ( ) 40,13 ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα. ( ) 40,14 Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο. – ( )

41,1 Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κορε.


587 Bible des peuples sur verset 2017-11-12: Un Lévite, un prêtre, se rappelle avec quelle joie dans le passé il allait en pèlerinage à Jérusalem. Nous aussi nous sommes ici-bas en exil, attendant de voir la face de Dieu. Il est bon que nous ne soyons pas trop vite satisfaits avec quelques belles cérémonies.

( )
41,2 Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. ( ) 41,3 ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ., ( ) 41,4 ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός σου., ( ) 41,5 ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος. ( ) 41,6 ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με., ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου ὁ θεός μου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: