Psaumes de David
40,7 καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει. ( ) 40,8 ἐπὶ τὸ αὐτὸ κατ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ ἐμοῦ ἐλογίζοντο κακά μοι, ( ) 40,9 λόγον παράνομον κατέθεντο κατ ἐμοῦ Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι., ( ) 40,10 καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ ἐμὲ πτερνισμόν· ( Jn 13,18 , ) 40,11 σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώ σω αὐτοῖς. ( )

40,12 ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ ἐμέ.


( )
40,13 ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα. ( ) 40,14 Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο. – ( ) 41,1 Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κορε. ( ) 41,2 Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. ( ) 41,3 ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ., ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-7-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence: