Psaumes de David
40,4 κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. ( ) 40,5 ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. ( ) 40,6 οἱ ἐχθροί μου εἶπαν κακά μοι Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ., ( ) 40,7 καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει. ( ) 40,8 ἐπὶ τὸ αὐτὸ κατ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ ἐμοῦ ἐλογίζοντο κακά μοι, ( )

40,9 λόγον παράνομον κατέθεντο κατ ἐμοῦ Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι.,


( )
40,10 καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ ἐμὲ πτερνισμόν· ( Jn 13,18 , ) 40,11 σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώ σω αὐτοῖς. ( ) 40,12 ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ ἐμέ. ( ) 40,13 ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα. ( ) 40,14 Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο. – ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-7-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence: