Psaumes de David
39,18 ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· κύριος φροντιεῖ μου. βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ· ὁ θεός μου, μὴ χρονίσῃς. ( ) 40,1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. ( ) 40,2 Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος. ( ) 40,3 κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐ τὸν ἐν τῇ γῇ καὶ μὴ παραδῴη αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ. ( ) 40,4 κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. ( )

40,5 ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.


( )
40,6 οἱ ἐχθροί μου εἶπαν κακά μοι Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ., ( ) 40,7 καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει. ( ) 40,8 ἐπὶ τὸ αὐτὸ κατ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ ἐμοῦ ἐλογίζοντο κακά μοι, ( ) 40,9 λόγον παράνομον κατέθεντο κατ ἐμοῦ Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι., ( ) 40,10 καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ ἐμὲ πτερνισμόν· ( Jn 13,18 , )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-7-temps ordinaire annee B,
trouve dans 1 document(s) de référence: Catéchisme de l'Eglise Catholique § 150,