Psaumes de David
39,11 τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα, οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συν αγωγῆς πολλῆς. ( ) 39,12 σὺ δέ, κύριε, μὴ μακρύνης τοὺς οἰκτιρμούς σου ἀπ ἐμοῦ· τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου. ( ) 39,13 ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός, κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν· ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλιπέν με. ( ) 39,14 εὐδόκησον, κύριε, τοῦ ῥύσασθαί με· κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. ( Ps 69,1 , ) 39,15 καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά, ( )

39,16 κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι Εὖγε εὖγε.


( )
39,17 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦν τές σε, κύριε, καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος, οἱ ἀγα πῶντες τὸ σωτήριόν σου. ( ) 39,18 ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· κύριος φροντιεῖ μου. βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ· ὁ θεός μου, μὴ χρονίσῃς. ( ) 40,1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. ( ) 40,2 Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος. ( ) 40,3 κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐ τὸν ἐν τῇ γῇ καὶ μὴ παραδῴη αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-2-temps ordinaire annee A,
trouve dans 0 document(s) de référence: