Livre de l'Exode
6,5 καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ισραηλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν. ( ) 6,6 βάδιζε εἰπὸν τοῖς υἱοῖς Ισραηλ λέγων Ἐγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ ( ) 6,7 καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων, ( ) 6,8 καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ κύριος. ( Jos 4,5 , ) 6,9 ἐλάλησεν δὲ Μωυσῆς οὕτως τοῖς υἱοῖς Ισραηλ, καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν. ( )

6,10 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων


( )
6,11 Εἴσελθε λάλησον Φαραω βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ. ( ) 6,12 ἐλάλησεν δὲ Μωυσῆς ἔναντι κυρίου λέγων Ἰδοὺ οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραω., ἐγὼ δὲ ἄλογός εἰμι. ( ) 6,13 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου. ( ) 6,14 Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ· Ενωχ καὶ Φαλλους, Ασρων καὶ Χαρμι· αὕτη ἡ συγγένεια Ρουβην. ( ) 6,15 καὶ υἱοὶ Συμεων· Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: