Livre de l'Exode
5,18 νῦν οὖν πορευθέντες ἐργάζεσθε· τὸ γὰρ ἄχυρον οὐ δοθήσεται ὑμῖν, καὶ τὴν σύνταξιν τῆς πλινθείας ἀποδώσετε. ( ) 5,19 ἑώρων δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ισραηλ ἑαυτοὺς ἐν κακοῖς λέγοντες Οὐκ ἀπολείψετε τῆς πλινθείας τὸ καθῆκον τῇ ἡμέρᾳ. ( ) 5,20 συνήντησαν δὲ Μωυσῇ καὶ Ααρων ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς ἐκπορευομένων αὐτῶν ἀπὸ Φαραω ( ) 5,21 καὶ εἶπαν αὐτοῖς Ἴδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς. ( ) 5,22 ἐπέστρεψεν δὲ Μωυσῆς πρὸς κύριον καὶ εἶπεν Κύριε, διὰ τί ἐκάκωσας τὸν λαὸν τοῦτον., καὶ ἵνα τί ἀπέσταλκάς με., ( )

5,23 καὶ ἀφ οὗ πεπόρευμαι πρὸς Φαραω λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσεν τὸν λαὸν τοῦτον, καὶ οὐκ ἐρρύσω τὸν λαόν σου.


( )
6,1 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραω· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ. ( Ex 12,33 , ) 6,2 Ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν Ἐγὼ κύριος· ( ) 6,3 καὶ ὤφθην πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς· ( ) 6,4 καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν, ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ αὐτῆς. ( ) 6,5 καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ισραηλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: