Psaumes de David
31,11 εὐφράνθητε ἐπὶ κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. ( ) 32,1 Τῷ Δαυιδ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. ( ) 32,2 ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. ( ) 32,3 ᾄσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε ἐν ἀλαλαγμῷ. ( ) 32,4 ὅτι εὐθὴς ὁ λόγος τοῦ κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει· ( )

32,5 ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ.


574 Bible des peuples sur verset 2017-11-12: Faisant suite à l’invitation à la louange, on trouve deux couplets : le premier qui oppose les plans des nations et celui de Dieu (6-12) et le second qui se réjouit de sa présence active (13-19), et ce sera une confiance sans bornes dans sa providence.

( )
32,6 τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· ( Gn 1,1 , ) 32,7 συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. ( ) 32,8 φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ, ἀπ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰ κουμένην· ( ) 32,9 ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. ( ) 32,10 κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ( )