Livre de l'Exode
5,2 καὶ εἶπεν Φαραω Τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ., οὐκ οἶδα τὸν κύριον καὶ τὸν Ισραηλ οὐκ ἐξαποστέλλω. ( ) 5,3 καὶ λέγουσιν αὐτῷ Ὁ θεὸς τῶν Εβραίων προσκέκληται ἡμᾶς· πορευσόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ὅπως θύσωμεν τῷ θεῷ ἡμῶν, μήποτε συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος. ( ) 5,4 καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου Ἵνα τί, Μωυσῆ καὶ Ααρων, διαστρέφετε τὸν λαόν μου ἀπὸ τῶν ἔργων., ἀπέλθατε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ. ( ) 5,5 καὶ εἶπεν Φαραω Ἰδοὺ νῦν πολυπληθεῖ ὁ λαός· μὴ οὖν καταπαύσωμεν αὐτοὺς ἀπὸ τῶν ἔργων. ( ) 5,6 συνέταξεν δὲ Φαραω τοῖς ἐργοδιώκταις τοῦ λαοῦ καὶ τοῖς γραμματεῦσιν λέγων ( )

5,7 Οὐκέτι προστεθήσεται διδόναι ἄχυρον τῷ λαῷ εἰς τὴν πλινθουργίαν καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν· αὐτοὶ πορευέσθωσαν καὶ συναγαγέτωσαν ἑαυτοῖς ἄχυρα.


( )
5,8 καὶ τὴν σύνταξιν τῆς πλινθείας, ἧς αὐτοὶ ποιοῦσιν καθ ἑκάστην ἡμέραν, ἐπιβαλεῖς αὐτοῖς, οὐκ ἀφελεῖς οὐδέν· σχολάζουσιν γάρ· διὰ τοῦτο κεκράγασιν λέγοντες Πορευθῶμεν καὶ θύσωμεν τῷ θεῷ ἡμῶν. ( ) 5,9 βαρυνέσθω τὰ ἔργα τῶν ἀνθρώπων τούτων, καὶ μεριμνάτωσαν ταῦτα καὶ μὴ μεριμνάτωσαν ἐν λόγοις κενοῖς. ( ) 5,10 κατέσπευδον δὲ αὐτοὺς οἱ ἐργοδιῶκται καὶ οἱ γραμματεῖς καὶ ἔλεγον πρὸς τὸν λαὸν λέγοντες Τάδε λέγει Φαραω Οὐκέτι δίδωμι ὑμῖν ἄχυρα· ( ) 5,11 αὐτοὶ ὑμεῖς πορευόμενοι συλλέγετε ἑαυτοῖς ἄχυρα ὅθεν ἐὰν εὕρητε, οὐ γὰρ ἀφαιρεῖται ἀπὸ τῆς συντάξεως ὑμῶν οὐθέν. ( ) 5,12 καὶ διεσπάρη ὁ λαὸς ἐν ὅλῃ Αἰγύπτῳ συναγαγεῖν καλάμην εἰς ἄχυρα· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: