Psaumes de David
24,5 ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. ( ) 24,6 μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. ( ) 24,7 ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκα τῆς χρηστότητός σου, κύριε. ( ) 24,8 χρηστὸς καὶ εὐθὴς ὁ κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. ( ) 24,9 ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. ( )

24,10 πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.


( )
24,11 ἕνεκα τοῦ ὀνόματός σου, κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν. ( ) 24,12 τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον., νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. ( ) 24,13 ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. ( ) 24,14 κραταίωμα κύριος τῶν φοβουμένων αὐτόν, [καὶ τὸ ὄνομα κυρίου τῶν φοβουμένων αὐτόν,] καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. ( ) 24,15 οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. ( )



trouve dans 0 passage(s):
trouve dans 5 liturgie(s): Dimanche-1-Avent annee C, Dimanche-3-temps ordinaire annee B, Dimanche-1-Carême annee B, Dimanche-26-temps ordinaire annee A, Défunts (2-11) annee B,
trouve dans 0 document(s) de référence: