Psaumes de David
23,10 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης., κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. ( ) 24,1 Ψαλμὸς τῷ Δαυιδ. Πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου, ὁ θεός μου. ( ) 24,2 ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην, μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου. ( ) 24,3 καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς. ( ) 24,4 τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με. ( )

24,5 ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.


( )
24,6 μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. ( ) 24,7 ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκα τῆς χρηστότητός σου, κύριε. ( ) 24,8 χρηστὸς καὶ εὐθὴς ὁ κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. ( ) 24,9 ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. ( ) 24,10 πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 5 liturgie(s): Dimanche-1-Avent annee C, Dimanche-3-temps ordinaire annee B, Dimanche-1-Carême annee B, Dimanche-26-temps ordinaire annee A, Défunts (2-11) annee B,
trouve dans 0 document(s) de référence: