Psaumes de David
23,5 οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. ( ) 23,6 αὕτη ἡ γενεὰ ζητούντων αὐτόν, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ιακωβ. διάψαλμα. ( ) 23,7 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. ( ) 23,8 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης., κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ. ( ) 23,9 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. ( )

23,10 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης., κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.


557 Bible des peuples sur verset 2017-11-12: Yahvé Sabaot, ou : Yahvé des armées, les armées des esprits célestes, mais aussi les armées d’Israël.

( )
24,1 Ψαλμὸς τῷ Δαυιδ. Πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου, ὁ θεός μου. ( ) 24,2 ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην, μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου. ( ) 24,3 καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς. ( ) 24,4 τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με. ( ) 24,5 ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: