Psaumes de David
23,1 Ψαλμὸς τῷ Δαυιδ· τῆς μιᾶς σαββάτων. Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· ( ) 23,2 αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. ( ) 23,3 τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ., ( ) 23,4 ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. ( ) 23,5 οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. ( )

23,6 αὕτη ἡ γενεὰ ζητούντων αὐτόν, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ιακωβ. διάψαλμα.


556 Bible des peuples sur verset 2017-11-12: Dieu de Jacob. Nous avons suivi une correction du texte que suivent bien des versions et qui facilite la récitation chrétienne. Mais il se pourrait que le texte actuel : “ceux qui cherchent ton visage, Jacob” soit authentique. Le Psaume serait d’une époque tardive et l’on mentionnerait ici les convertis de nations étrangères qui cherchent à la fois Yahvé et le peuple de Jacob auquel ils vont s’intégrer.

( )
23,7 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. ( ) 23,8 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης., κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ. ( ) 23,9 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. ( ) 23,10 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης., κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. ( ) 24,1 Ψαλμὸς τῷ Δαυιδ. Πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου, ὁ θεός μου. ( )



trouve dans 0 passage(s):
trouve dans 7 liturgie(s): Dimanche-4-Avent annee A, Présentation annee C, Présentation annee A, Présentation annee B, Tous les saints annee C, Tous les saints annee B, Tous les saints annee A,
trouve dans 0 document(s) de référence: