Psaumes de David
17,32 ὅτι τίς θεὸς πλὴν τοῦ κυρίου., καὶ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν., ( ) 17,33 ὁ θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου, ( ) 17,34 ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με, ( ) 17,35 διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου· ( Jb 20,24 , ) 17,36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει. ( )

17,37 ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου.


( )
17,38 καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήμψομαι αὐτοὺς καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν· ( ) 17,39 ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου. ( ) 17,40 καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ ἐμὲ ὑπο κάτω μου ( ) 17,41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον καὶ τοὺς μισοῦντάς με ἐξωλέθρευσας. ( ) 17,42 ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων, πρὸς κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: