Livre de l'Exode
4,20 ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον· ἔλαβεν δὲ Μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ. ( Mt 2,13 , ) 4,21 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον ὅρα πάντα τὰ τέρατα, ἃ ἔδωκα ἐν ταῖς χερσίν σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραω· ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ, καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν. ( ) 4,22 σὺ δὲ ἐρεῖς τῷ Φαραω Τάδε λέγει κύριος Υἱὸς πρωτότοκός μου Ισραηλ· ( ) 4,23 εἶπα δέ σοι Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ· εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι αὐτούς, ὅρα οὖν ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον. ( ) 4,24 Ἐγένετο δὲ ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος κυρίου καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι. ( )

4,25 καὶ λαβοῦσα Σεπφωρα ψῆφον περιέτεμεν τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς καὶ προσέπεσεν πρὸς τοὺς πόδας καὶ εἶπεν Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου.


( )
4,26 καὶ ἀπῆλθεν ἀπ αὐτοῦ, διότι εἶπεν Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. ( ) 4,27 Εἶπεν δὲ κύριος πρὸς Ααρων Πορεύθητι εἰς συνάντησιν Μωυσεῖ εἰς τὴν ἔρημον· καὶ ἐπορεύθη καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ θεοῦ, καὶ κατεφίλησαν ἀλλήλους. ( ) 4,28 καὶ ἀνήγγειλεν Μωυσῆς τῷ Ααρων πάντας τοὺς λόγους κυρίου, οὓς ἀπέστειλεν, καὶ πάντα τὰ σημεῖα, ἃ ἐνετείλατο αὐτῷ. ( ) 4,29 ἐπορεύθη δὲ Μωυσῆς καὶ Ααρων καὶ συνήγαγον τὴν γερουσίαν τῶν υἱῶν Ισραηλ. ( ) 4,30 καὶ ἐλάλησεν Ααρων πάντα τὰ ῥήματα ταῦτα, ἃ ἐλάλησεν ὁ θεὸς πρὸς Μωυσῆν, καὶ ἐποίησεν τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: