Psaumes de David
17,6 ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου. ( ) 17,7 καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. ( ) 17,8 καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ θεός. ( ) 17,9 ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν ἀπ αὐτοῦ. ( ) 17,10 καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. ( )

17,11 καὶ ἐπέβη ἐπὶ χερουβιν καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.


537 Bible des peuples sur verset 2017-11-12: Dans les traditions du Moyen Orient les Chérubins étaient des monstres ailés chargés d’escorter les dieux. Pour les Israélites, ils tiraient le char de Dieu ou portaient son trône.

( )
17,12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. ( ) 17,13 ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός. ( ) 17,14 καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος, καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ· ( ) 17,15 καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτοὺς καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς. ( ) 17,16 καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου, κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου. ( )



trouve dans 0 passage(s):
trouve dans 2 liturgie(s): Dimanche-2-Dimanche de Pâques annee C, Dimanche-30-temps ordinaire annee A,
trouve dans 0 document(s) de référence: