Psaumes de David
8,8 πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, ( ) 8,9 τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. ( ) 8,10 κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. ( ) 9,1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ· ψαλμὸς τῷ Δαυιδ. ( ) 9,2 Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου· ( )

9,3 εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, ὕψιστε.


( )
9,4 ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω ἀσθενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου, ( ) 9,5 ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην. ( ) 9,6 ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής, τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ( ) 9,7 τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες, ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ ἤχους. ( ) 9,8 καὶ ὁ κύριος εἰς τὸν αἰῶνα μένει, ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 2 document(s) de référence: , § La Trinité 13 trinité dans la foi § 8,