Psaumes de David
4,1 Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυιδ. ( ) 4,2 Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτίρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. ( ) 4,3 υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι., ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος., διάψαλμα. ( ) 4,4 καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ· κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. ( ) 4,5 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· λέγετε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. διάψαλμα. ( )

4,6 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον.


( )
4,7 πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά., ἐσημειώθη ἐφ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε. ( ) 4,8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. ( ) 4,9 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, κύριε, κατὰ μόνας ἐπ ἐλπίδι κατῴκισάς με. ( ) 5,1 Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ Δαυιδ. ( ) 5,2 Τὰ ῥήματά μου ἐνώτισαι, κύριε, σύνες τῆς κραυγῆς μου· ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-3-Dimanche de Pâques annee B,
trouve dans 0 document(s) de référence: