Psaumes de David
3,7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. ( ) 3,8 ἀνάστα, κύριε, σῶσόν με, ὁ θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. ( ) 3,9 τοῦ κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. ( ) 4,1 Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυιδ. ( ) 4,2 Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτίρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. ( )

4,3 υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι., ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος., διάψαλμα.


( )
4,4 καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ· κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. ( ) 4,5 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· λέγετε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. διάψαλμα. ( ) 4,6 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον. ( ) 4,7 πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά., ἐσημειώθη ἐφ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε. ( ) 4,8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-3-Dimanche de Pâques annee B,
trouve dans 0 document(s) de référence: