Psaumes de David
2,4 ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς. ( ) 2,5 τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς ( ) 2,6 Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ αὐτοῦ ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτοῦ ( ) 2,7 διαγγέλλων τὸ πρόσταγμα κυρίου Κύριος εἶπεν πρός με Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· ( ) 2,8 αἴτησαι παρ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· ( )

2,9 ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς.


515 Bible des peuples sur verset 2017-11-12: Ce pouvoir dominateur du Messie est rappelé dans l’Apocalypse 2.27 ; 12.5 ; 19.1.

( Ap 2,27 , Ap 12,5 Ap 19,1 )
2,10 καὶ νῦν, βασιλεῖς, σύνετε· παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. ( ) 2,11 δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. ( ) 2,12 δράξασθε παιδείας, μήποτε ὀργισθῇ κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ αὐτῷ. ( ) 3,1 Ψαλμὸς τῷ Δαυιδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ υἱοῦ αὐτοῦ. ( ) 3,2 Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με., πολλοὶ ἐπανίστανται ἐπ ἐμέ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: