Livre de Job
41,6 πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει., κύκλῳ ὀδόντων αὐτοῦ φόβος. ( ) 41,7 τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι, σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος· ( ) 41,8 εἷς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν· ( ) 41,9 ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται, συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν. ( ) 41,10 ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου. ( )

41,11 ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι καὶ διαρριπτοῦνται ἐσχάραι πυρός·


( )
41,12 ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων· ( ) 41,13 ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται. ( ) 41,14 ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. ( ) 41,15 σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· καταχέει ἐπ αὐτόν, οὐ σαλευθήσεται. ( ) 41,16 ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37