Livre de Job
41,1 οὐχ ἑόρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας., ( ) 41,2 οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι., τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς., ( ) 41,3 ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ, εἰ πᾶσα ἡ ὑπ οὐρανὸν ἐμή ἐστιν., ( ) 41,4 οὐ σιωπήσομαι δι αὐτόν, καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ. ( ) 41,5 τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ., εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι., ( )

41,6 πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει., κύκλῳ ὀδόντων αὐτοῦ φόβος.


( )
41,7 τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι, σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος· ( ) 41,8 εἷς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν· ( ) 41,9 ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται, συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν. ( ) 41,10 ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου. ( ) 41,11 ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι καὶ διαρριπτοῦνται ἐσχάραι πυρός· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37