Livre de Job
40,31 πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐ ρᾶς αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ. ( ) 40,32 ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω. ( ) 41,1 οὐχ ἑόρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας., ( ) 41,2 οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι., τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς., ( ) 41,3 ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ, εἰ πᾶσα ἡ ὑπ οὐρανὸν ἐμή ἐστιν., ( )

41,4 οὐ σιωπήσομαι δι αὐτόν, καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ.


( )
41,5 τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ., εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι., ( ) 41,6 πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει., κύκλῳ ὀδόντων αὐτοῦ φόβος. ( ) 41,7 τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι, σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος· ( ) 41,8 εἷς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν· ( ) 41,9 ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται, συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37