Livre de Job
40,6 Ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ιωβ ἐκ τοῦ νέφους ( ) 40,7 Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι· ( ) 40,8 μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος., ( ) 40,9 ἦ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου, ἢ φωνῇ κατ αὐτὸν βροντᾷς., ( ) 40,10 ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι· ( )

40,11 ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πᾶν δὲ ὑβριστὴν ταπείνωσον,


( )
40,12 ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα, ( ) 40,13 κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον· ( ) 40,14 ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου σῶσαι. – ( ) 40,15 ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί· χόρτον ἴσα βουσὶν ἐσθίει. ( ) 40,16 ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ ὀσφύι, ἡ δὲ δύναμις ἐπ ὀμφαλοῦ γαστρός· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37