Livre de Job
40,1 Καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τῷ Ιωβ καὶ εἶπεν ( ) 40,2 Μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ, ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν., ( ) 40,3 Ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ ( ) 40,4 Τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαῦτα οὐθὲν ὤν., ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα., χεῖρα θήσω ἐπὶ στόματί μου· ( ) 40,5 ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. ( )

40,6 Ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ιωβ ἐκ τοῦ νέφους


( )
40,7 Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι· ( ) 40,8 μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος., ( ) 40,9 ἦ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου, ἢ φωνῇ κατ αὐτὸν βροντᾷς., ( ) 40,10 ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι· ( ) 40,11 ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πᾶν δὲ ὑβριστὴν ταπείνωσον, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37