Livre de Job
39,29 ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν· ( ) 39,30 νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται. ( ) 40,1 Καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τῷ Ιωβ καὶ εἶπεν ( ) 40,2 Μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ, ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν., ( ) 40,3 Ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ ( )

40,4 Τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαῦτα οὐθὲν ὤν., ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα., χεῖρα θήσω ἐπὶ στόματί μου·


( )
40,5 ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. ( ) 40,6 Ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ιωβ ἐκ τοῦ νέφους ( ) 40,7 Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι· ( ) 40,8 μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος., ( ) 40,9 ἦ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου, ἢ φωνῇ κατ αὐτὸν βροντᾷς., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37