Livre de Job
39,25 σάλπιγγος δὲ σημαινούσης λέγει Εὖγε, πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ. ( ) 39,26 ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον., ( ) 39,27 ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται ( ) 39,28 ἐπ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ., ( ) 39,29 ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν· ( )

39,30 νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται.


( )
40,1 Καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τῷ Ιωβ καὶ εἶπεν ( ) 40,2 Μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ, ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν., ( ) 40,3 Ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ ( ) 40,4 Τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαῦτα οὐθὲν ὤν., ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα., χεῖρα θήσω ἐπὶ στόματί μου· ( ) 40,5 ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37