Livre de Job
38,36 τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην., ( ) 38,37 τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν., ( ) 38,38 κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον. ( ) 38,39 θηρεύσεις δὲ λέουσιν βοράν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις., ( ) 38,40 δεδοίκασιν γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες. ( )

38,41 τίς δὲ ἡτοίμασεν κόρακι βοράν., νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύριον κεκράγασιν πλανώμενοι τὰ σῖτα ζητοῦντες.


( )
39,1 εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων., ( ) 39,2 ἠρίθμησας δὲ αὐτῶν μῆνας πλήρεις τοκετοῦ, ὠδῖνας δὲ αὐτῶν ἔλυσας., ( ) 39,3 ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου., ὠδῖνας αὐτῶν ἐξαποστελεῖς., ( ) 39,4 ἀπορρήξουσιν τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι, ἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς. ( ) 39,5 τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 1 document(s) de référence: Doctrine Sociale de l'Eglise Catholique § 255,
Lu dans le marathon de la parole: Voir heure 37