Livre de Job
38,30 ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον., πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν., ( ) 38,31 συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας., ( ) 38,32 ἦ διανοίξεις μαζουρωθ ἐν καιρῷ αὐτοῦ καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά., ( ) 38,33 ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα., ( ) 38,34 καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρῳ ὑπακούσεταί σου., ( )

38,35 ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται., ἐροῦσιν δέ σοι Τί ἐστιν.,


( )
38,36 τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην., ( ) 38,37 τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν., ( ) 38,38 κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον. ( ) 38,39 θηρεύσεις δὲ λέουσιν βοράν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις., ( ) 38,40 δεδοίκασιν γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37