Livre de Job
38,23 ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμου καὶ μάχης. ( ) 38,24 πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ οὐρανόν., ( ) 38,25 τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν ( ) 38,26 τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἀνήρ, ἔρημον, οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ, ( ) 38,27 τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης., ( )

38,28 τίς ἐστιν ὑετοῦ πατήρ., τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου.,


( )
38,29 ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος., πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν, ( ) 38,30 ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον., πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν., ( ) 38,31 συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας., ( ) 38,32 ἦ διανοίξεις μαζουρωθ ἐν καιρῷ αὐτοῦ καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά., ( ) 38,33 ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37