Livre de Job
38,19 ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς, σκότους δὲ ποῖος ὁ τόπος., ( ) 38,20 εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν., εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν., ( ) 38,21 οἶδα ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς. ( ) 38,22 ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑόρακας. ( ) 38,23 ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμου καὶ μάχης. ( )

38,24 πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ οὐρανόν.,


( )
38,25 τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν ( ) 38,26 τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἀνήρ, ἔρημον, οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ, ( ) 38,27 τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης., ( ) 38,28 τίς ἐστιν ὑετοῦ πατήρ., τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου., ( ) 38,29 ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος., πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37