Livre de Job
38,13 ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς., ( ) 38,14 ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς., ( ) 38,15 ἀφεῖλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας., ( ) 38,16 ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας., ( ) 38,17 ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν., ( )

38,18 νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ οὐρανόν., ἀνάγγειλον δή μοι πόση τίς ἐστιν.


( )
38,19 ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς, σκότους δὲ ποῖος ὁ τόπος., ( ) 38,20 εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν., εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν., ( ) 38,21 οἶδα ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς. ( ) 38,22 ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑόρακας. ( ) 38,23 ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμου καὶ μάχης. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37