Livre de Job
38,9 ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα· ( ) 38,10 ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας· ( ) 38,11 εἶπα δὲ αὐτῇ Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα. ( ) 38,12 ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν, ἑωσφόρος δὲ εἶδεν τὴν ἑαυτοῦ τάξιν ( ) 38,13 ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς., ( )

38,14 ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς.,


( )
38,15 ἀφεῖλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας., ( ) 38,16 ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας., ( ) 38,17 ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν., ( ) 38,18 νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ οὐρανόν., ἀνάγγειλον δή μοι πόση τίς ἐστιν. ( ) 38,19 ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς, σκότους δὲ ποῖος ὁ τόπος., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37