Livre de Job
34,10 διό, συνετοὶ καρδίας, ἀκούσατέ μου Μή μοι εἴη ἔναντι κυρίου ἀσεβῆσαι καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον· ( ) 34,11 ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν. ( ) 34,12 οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν., ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν., ( ) 34,13 ὃς ἐποίησεν τὴν γῆν· τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα., ( ) 34,14 εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνεῦμα παρ αὐτῷ κατασχεῖν, ( )

34,15 τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη.


( )
34,16 εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων. ( ) 34,17 ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον. ( ) 34,18 ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς, ἀσεβέστατε τοῖς ἄρχουσιν· ( ) 34,19 ὃς οὐκ ἐπῃσχύνθη πρόσωπον ἐντίμου οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῖς θαυμασθῆναι πρόσωπα αὐτῶν. ( ) 34,20 κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 36