Livre de Job
34,5 ὅτι εἴρηκεν Ιωβ Δίκαιός εἰμι, ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα, ( ) 34,6 ἐψεύσατο δὲ τῷ κρίματί μου, βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας. ( ) 34,7 τίς ἀνὴρ ὥσπερ Ιωβ πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ ( ) 34,8 οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας ἢ ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν., ( ) 34,9 μὴ γὰρ εἴπῃς ὅτι Οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός· καὶ ἐπισκοπὴ αὐτῷ παρὰ κυρίου. ( )

34,10 διό, συνετοὶ καρδίας, ἀκούσατέ μου Μή μοι εἴη ἔναντι κυρίου ἀσεβῆσαι καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον·


( )
34,11 ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν. ( ) 34,12 οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν., ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν., ( ) 34,13 ὃς ἐποίησεν τὴν γῆν· τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα., ( ) 34,14 εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνεῦμα παρ αὐτῷ κατασχεῖν, ( ) 34,15 τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 36