Livre de Job
33,11 ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου, ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς. ( ) 33,12 πῶς γὰρ λέγεις Δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέν μου., αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. ( ) 33,13 λέγεις δέ Διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοεν πᾶν ῥῆμα., ( ) 33,14 ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος, ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον, ( ) 33,15 ἢ ἐν μελέτῃ νυκτερινῇ, ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης· ( )

33,16 τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων, ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν


( )
33,17 ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας, τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο. ( ) 33,18 ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. ( ) 33,19 πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησεν, ( ) 33,20 πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει, ( ) 33,21 ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 36