Livre de Job
33,1 οὐ μὴν δὲ ἀλλὰ ἄκουσον, Ιωβ, τὰ ῥήματά μου καὶ λαλιὰν ἐνωτίζου μου· ( ) 33,2 ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου. ( ) 33,3 καθαρά μου ἡ καρδία ῥήμασιν, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. ( ) 33,4 πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με. ( ) 33,5 ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν πρὸς ταῦτα· ὑπόμεινον, στῆθι κατ ἐμὲ καὶ ἐγὼ κατὰ σέ. ( )

33,6 ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα.


( )
33,7 οὐχ ὁ φόβος μού σε στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί. ( ) 33,8 πλὴν εἶπας ἐν ὠσίν μου, φωνὴν ῥημάτων σου ἀκήκοα· ( ) 33,9 διότι λέγεις Καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτος δέ εἰμι, οὐ γὰρ ἠνόμησα· ( ) 33,10 μέμψιν δὲ κατ ἐμοῦ εὗρεν, ἥγηται δέ με ὥσπερ ὑπεναντίον· ( ) 33,11 ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου, ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 36