Livre de Job
32,19 ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς. ( ) 32,20 λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη· ( ) 32,21 ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ· ( ) 32,22 οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται. ( ) 33,1 οὐ μὴν δὲ ἀλλὰ ἄκουσον, Ιωβ, τὰ ῥήματά μου καὶ λαλιὰν ἐνωτίζου μου· ( )

33,2 ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου.


( )
33,3 καθαρά μου ἡ καρδία ῥήμασιν, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. ( ) 33,4 πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με. ( ) 33,5 ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν πρὸς ταῦτα· ὑπόμεινον, στῆθι κατ ἐμὲ καὶ ἐγὼ κατὰ σέ. ( ) 33,6 ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα. ( ) 33,7 οὐχ ὁ φόβος μού σε στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 36