Livre de Job
31,14 τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσηται ὁ κύριος., ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι., ( ) 31,15 πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασιν., γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. ( ) 31,16 ἀδύνατοι δὲ χρείαν, ἥν ποτ εἶχον, οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. ( ) 31,17 εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα· ( ) 31,18 ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα· ( )

31,19 εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα,


( )
31,20 ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν, ( ) 31,21 εἰ ἐπῆρα ὀρφανῷ χεῖρα πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν, ( ) 31,22 ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνός μου συντριβείη. ( ) 31,23 φόβος γὰρ κυρίου συνέσχεν με, καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. ( ) 31,24 εἰ ἔταξα χρυσίον ἰσχύν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 36