Livre de Job
31,6 ἱσταίη με ἄρα ἐν ζυγῷ δικαίῳ, οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου. ( ) 31,7 εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου, εἰ δὲ καὶ ταῖς χερσίν μου ἡψάμην δώρων, ( ) 31,8 σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς. ( ) 31,9 εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, ( ) 31,10 ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη· ( )

31,11 θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα·


( )
31,12 πῦρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ ἂν ἐπέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν. ( ) 31,13 εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτῶν πρός με, ( ) 31,14 τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσηται ὁ κύριος., ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι., ( ) 31,15 πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασιν., γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. ( ) 31,16 ἀδύνατοι δὲ χρείαν, ἥν ποτ εἶχον, οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 36