Livre de Job
30,11 ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέν με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν. ( ) 30,12 ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν, πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ ἐμὲ τρίβους ἀπ ωλείας αὐτῶν. ( ) 30,13 ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσεν γάρ μου τὴν στολήν· ( ) 30,14 βέλεσιν αὐτοῦ κατηκόντισέν με, κέχρηταί μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι. ( ) 30,15 ἐπιστρέφονται δέ μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου. ( )

30,16 καὶ νῦν ἐπ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν·


( )
30,17 νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέκαυται, τὰ δὲ νεῦρά μου διαλέλυται. ( ) 30,18 ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με. ( ) 30,19 ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς· ( ) 30,20 κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούεις μου, ἔστησαν καὶ κατενόησάν με· ( ) 30,21 ἐπέβης δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 36