Livre de Job
30,5 ἐπανέστησάν μοι κλέπται, ( ) 30,6 ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν· ( ) 30,7 ἀνὰ μέσον εὐήχων βοήσονται· οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο, ( ) 30,8 ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. ( ) 30,9 νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλημα ἔχουσιν· ( )

30,10 ἐβδελύξαντο δέ με ἀποστάντες μακράν, ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον.


( )
30,11 ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέν με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν. ( ) 30,12 ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν, πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ ἐμὲ τρίβους ἀπ ωλείας αὐτῶν. ( ) 30,13 ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσεν γάρ μου τὴν στολήν· ( ) 30,14 βέλεσιν αὐτοῦ κατηκόντισέν με, κέχρηταί μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι. ( ) 30,15 ἐπιστρέφονται δέ μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 36